Ancient Greek · ~5 min
Column 132
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 132
Not analysed yet
συμπόσια διδόντες ἐναρμόττειν αὐτήν*· τὸ δὲ μόνον τέλος αὐτῶν εἶναι φιλοφροσύνην οὐ τιθέντες, ἀλλὰ καί τιν' ἕτερα, πρὸς τὴν ἡδονήν, οὐ πρὸς ἐκείνην, χρησιμεύειν ὁμολογήσομεν, ὥστ' οὐδὲ πρὸς φιλίαν, καὶ τούτων ἐναργὲς ἑκάτερον εἶναι, τό γε ἐπιτερπῶς ἡμᾶς ἀκροωμένους τῆς μουσικῆς διατίθεσθαι καὶ τὸ μηδέποτε μηδὲν αὑτοῖς συνιστορηκέναι πρὸς φιλοφροσύνην καὶ φιλίαν ἐπιστατικὸν ἐκ μελῶν καὶ ῥυθμῶν ἐσχηκόσιν . Οὐδ' ἀνίησι δὲ ταῦτα καὶ ἀφιλαροῖ, τὰ δὲ συμπεπλεγμένα αὐτοῖς διανοήματ’· ἀλλὰ τοὐναντίον ἀναμέλπεται τ ῶι κατακουόμενα καθικνεῖσθαι π ό μ ασιν ἀνειμένων καὶ διακει μ ένων ἱλαρῶς. Οὐ μὴν ἀλλά, κ ἂν ἀνιῆι καὶ ἱλαροὺς π οι ῆι ,καθάπερ ἀπόλαυσις ποτῶν τε κ α ὶ βρωτῶν καὶ πᾶσ' ἡ δ ονή, φιλίας καὶ ὁμο νοίας οὐκ ἂν αἰτία λέγοιτ' εἶναι, οὐδὲ ταύτηι μόνον ἔ ξω ποη μάτων κατὰ τὰς ἱλαροτήτας ἡμᾶς μάλιστα γίνεσθαι διαλυτικούς. Λακεδαιμονίους δὲ τοῖς ἀδιανοήτοις οὐ προσιέμεθα μαρτυροῦντας, ὅτι καὶ πυθόχρηστον ἔσχον με ταπέμψασθαι Θαλήταν καί, πα ραγενομένου, τῆς διχονοίας ἔλ ηξαν, εἰ δὴ μαρτυροῦσιν · ἀλλ' οὐ μόνον ὅ τι παρὰ τοῖς πεπλακόσιν ἄριστά γ ε καὶ μουσικοῖσ* ἄλλοι ς καὶ ἀντιλέγουσιν, οὐδὲ σιν αιγλον ἀλα