Ancient Greek · ~4 min
Column 133
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 133
Not analysed yet
ζονευόμενον δι' ἀναθέματος, εἴπερ ἀνέθηκεν οὕτως ἐπιγράψας ὡς οὗτοι λέγουσιν. Οὐ πειθόμεθα δ' οὐδὲ τῶι Τέρπανδρον κατὰ μαντείαν κεκλῆσθαι πρὸς κατάπαυσιν ἐμφυλίου στάσεως, ἂν καὶ πάνυ πολλοὶ συμφωνῶσι περὶ τούτου τῶν μουσολήπτων, οὗτος δέ, σχεδὸν μόνος, ἐν τοῖς φιλιτείοις αὐτὸν ἄιδοντα ποιῆι*· καὶ δὴ γὰρ προσῆκε τοὺς φιλοσόφους, ὑπογράψαντας τίνα τρόπον δύναται παύειν ἄλογα μέλη λογικὴν διαφοράν, οὕτω πείθειν καὶ τὰ Θαλή τ ο υ καὶ Τερπάνδρου πεπαυκέναι τῶν Λακώνων, ἢ προσδέχεσθαι τὴν Συβαριτῶν ὑπὸ τἀπόλλωνος κελευσθέντας γενέσθαι τινὰς μεταπέμπτους, ὀψαρτυτὰς καὶ μυροποιούς, καὶ μᾶλλον ἔτι τῶι, μέχρι ἂ ν εὐωχῶνται, τὰ πολλὰ συ μ φωνεῖν . Ἀλλὰ δὴ κἂν ἑ κ άτερον προσδεξώμεθα συμβεβ ηκέναι καὶ Λακεδαιμονίους ὡμοφρονηκέναι παραγενομένων, εὐχερὲς εὑ ρεῖν πολὺ πιθανώτερον τὸν μὲν περισπᾶν μουσικαῖς ψυχαγωγίαις προαιρούμενον καὶ περὶ ταῦτα μᾶλ λ ο ν κελεύοντα γίνεσθαι*, καὶ διὰ λόγων ἀιδομένων πει θόμενον αὐτοὺς ὑπ' ἐκείνων προτραπήσεσθαι καὶ τοτὲ μὲν ὅ τι ἂν κελεύσηι ποιή σαντας ὡς θεῶι μόνην ἐνηνο χ ό τ ι παῦ λαν ἐπα κολουθήσειν· κ εχαρίσθαι δὲ τὴν ἐπιγραφὴν κα τάχα ταντσαν