Ancient Greek · ~5 min
Column 143
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 143
Not analysed yet
ρομένων*· οὐδ' εἰ γὰρ ἐκτραγωιδῶν τις ἥ κωμωιδοποιῶν, ταῦτ' ἀνασχοίμεθ' ἂν καίτοι μᾶλλον τῆι λαλιᾶι συνεγγίζοντος, οὐχ οἷον εἰ κιθαρωιδῶν . Ἐῶ γὰρ τὸ πάντων παριεμένων τὴν ὠφελίαν μηδὲν διαφερούσαν γίνεσθαι τοῖς μουσικ ο ῖ ς ἢ τοῖς ἀμούσοις, δι' ὃ δὴ πείθουσι τῆι μαθήσει προσέρχεσθαι. Νῦν τοίνυν λέγω καὶ τοὺς κρουματοποιοὺς οὐκ ἐμαυτὸν μόνον, ἀλλὰ καὶ τὴν συνήθειαν καὶ τὸν Ἀριστόξενον εἶδος ὀνομάζουσ ε ιν τοῦ μουσικοῦ, καὶ τοὺς μουσικοὺς καὶ ἀσήμαντα μὲν ἀναδιδόναι, καθάπερ τὰ διὰ τῶν ὀργάνων καὶ τὰ τερετ ι ζ ό μενα, καὶ ὅταν δὲ λόγους ἀναδιδῶσι, τὰ περιγινόμενα*** τοῖς λόγοις καθὸ μ ουσι κοὶ μόνον διδάσκειν*· κα ὶ τοὺς περὶ Σιμωνίδην καὶ Πίν δαρον γεγονέναι μὲν καὶ μουσικοὺς, γεγονέναι δὲ καὶ ποιητάς, καὶ καθὸ μὲν μουσικοὶ τὰ ἀσήμαντα, καθὸ δὲ ποιηταὶ πεποιηκέν αι τοὺς λόγους, ὠφελεῖν δ' (ἴσως μηδὲ κατὰ τοῦτ' ,ἢ παντελῶς ἐπὶ μικρόν’ οὐδὲ μόνους τοὺς μουσικούς, οὐδὲ μᾶλλον, ἀλλὰ πάντας ὁμοίως τοὺς πεπαιδευμένουσ*· ε ἰ δ' ἕτ ε ρόν τις καλεῖ μουσικὴν πα ρὰ τὸ πᾶν ποητικὸ ν γένος ἀποδιαλαβὼν τ ὰ μ έ λη ψιλὰ καὶ τοὺς ῥυθμού ς, π οεῖ ν φημὶ ε ὐ π ρ επῶς.