Ancient Greek · ~5 min
Column 142
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 142
Not analysed yet
εἰ μὴ τοῖς παρὰ Κλεάνθει λέγειν ἴσ α θελήσουσιν, ὅς φησιν μέινον τά τε εἶναι τὰ ποητικὰ καὶ μο υ σικὰ παραδείγματα, καὶ τοῦ λ ό γου τοῦ τῆς φιλοσοφίας ἱκανῶς μὲν ἐξαγγέλλειν δυναμένου τὰ θεῖα καὶ ἀνθρώπι ν α, μὴ ἔχοντος δὲ ψειλοῦ τῶν θείων μεγεθῶν λέξεις οἰκείας τὰ μέτρα καὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς ὡς μάλιστα προσικνεῖσθαι πρὸς τὴν ἀλήθειαν τῆς τῶν θείων θεωρίας· οὗ καταγελαστότερον οὐ ῥάιδιον εὑρεῖν· οὔτε γὰρ αἱ διάνοιαι μὲν οὐκ ὠφελοῦσιν*, ὅταν δὲ μελωδηθῶσιν, ἐξ ἀμφοτέρων ἡ παρόρμ ησις γί νεται (καὶ γὰρ ὑπὸ διανοημάτων αὐτῶν γίνετ' οὐ μετρίἀ, μετ ὰ δὲ τῶν μελῶν μείζων· ἀλλ' ἂν μὲν ἐπιεικ ὴς ἦ τις, ἐρεῖ τὴν ἴσην· ἂν δ' ἀποτόμως ἀληθής, ἀνιεμένην καὶ διὰ τὴν ἡδονὴν καὶ διὰ τὸν περι σπα σμὸν τὸν ὑπὸ ταύτης καὶ τοῦ μεγέθους τῶν φωνῶν καὶ τῶν ἰδιοτήτων καὶ διὰ τὸ συνεχῶς μηδὲ κατὰ φύσιν τὰς λέξεις ἐκφέρεσθαι καὶ διὰ τοὺς τόπους καὶ τοὺς καιροὺς ἐν οἷς ἀκροώμεθα, καὶ δι' ἄλλας πλείους αἰτίασ*· καὶ δὴ γὰρ οὐθεὶς ἂν γένοιτο ὃς οὐκ ἂν ἐκχ υθείη γέλωτι, μετ' ὠιδῆς καί τινων ὀργ άνων συμβουλ ευόντος ἀκού ο ων ἢ παραμυθευ ο μ ένο υ λυπουμένο υς καὶ διδάσκοντος ὅλω ς τι τ ῶν συμφερόντων, οὔτ' ἂν ν ομίσαι δ ἰ ἄλλον κααι ποι ουν τ ω ι τῶν συνει