Ancient Greek · ~5 min
Column 152
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 152
Not analysed yet
ωμασιν ὕστερόν που δια ληψόμεθα. Ὅταν δὲ περιουσίαν καὶ δόξαν ἐκ τοῦ μαθήματος φῶσι περιγίνεσθαι, λέγωμεν ὅτι κο ινά τε προφέρονται πολλῶν ἐπιτηδευμάτων καὶ λειπόμενα πλειόνων, καὶ μετὰ πόνων ἀλυσιτελῶν, καὶ μᾶλλον μυρίωι τοῖς ἀγωνισταῖς ἢ τ οῖς ἁρμονικοῖς. Τὸ δ' ἐν συμποσίοις καὶ συλλογοῖς ἄλλοις ἔχειν τι λέγειν καὶ ἀπάρχεσθαι καὶ κοινόν ἐστιν ἄλλων, καὶ οὐ παρὰ πάντων, ὡς ἐπέγνων, ἀξιούμενον, ἴσως δὲ κ αὶ καταγελώμενον εἰ φιλόσοφος ποιώιη. Τὸ δὲ θεωρητικόν πρὸς τῶν πλείστων οὐ συνιέμενον καὶ πρὸς τὸ συντελεῖσθαι δεόμενον μελέτης ἣ τῶν πρὸς μακαριότητα τεινόντων ἀφίστησι, καὶ μυρίωι κρεῖττο ν ψ έ γειν τὴν εὐφ ημίαν ἢ τὴν ἀχρηστίαν ἐνδεικνυμένους καί, τῶν ἄλλων ὄ ν των ἐκ τῆς διεξόδου, π εραίνοντας. Τοσαῦτα τοίνυν εἰρηκὼς πρὸς ἅ τινε ς ἐγκεχειρήκασι, διατειναίμην ἂν δεόντως ὅ γ ε χάριν μὲν πιθανότητος αὐτῶν οὐδὲ πολλοστημόριον ὤφειλον ἐκτείνειν· *διὰ δὲ τὴν δόξαν τῶν προστάντων καὶ τὴν τῶν πλείσ τ ω ν συνκατακόσμησιν ἀνθ ρώπω ν καὶ τοῖ ς λέγουσι θαυμασι ώ τατα πεπιστευ κ ότων τεεωκα τ ο ν π. ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ Δ ΡΝΒ ΦΙΛΟΔΗΜΟΥ ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ D Α Β Γ Δ