Ancient Greek · ~4 min
Column 151
Philodemus, P.Herc. 225, 411, 424, 1094, 1497, 1572, 1575, 1576, 1578, 1583 151
Not analysed yet
ησα υ ρον· κ α ὶ δοκεῖ καὶ τὰ φαυλότατα τετιμῆσθαι κατ' ἀρχὰς ὡς ἂν ὑπὸ παιδιωδεστέρων, ὕστερον δ' ὑπὸ τῶν συνετωτέρων τὰ φαῦ λ α γνώριζόμενα πλε ί ονος ὅσωι συμφορώτερα. Μικρόψυχον δὲ καὶ μηδὲν ἀξιόλογον ἐχόντων ὧι παραπέμψουσιν αὑτούς (τί γὰρ δεῖ λέγειν εὐδαίμονας ποήσουσιν;’ τὸ διὰ τὴν ἑαυτοῖς γ έ ποτε παρασκευὴν τῆς τέρψεως ζημίωσιν μανθάνειν, καὶ τὴν ἀφθονίαν οὐχ ὁρώντων ὅση τῶν ἀκροαμάτων ἐστὶν τ ῶν δημοσίαι παρισταμένων, οὐδὲ τὴν ἐξουσίαν τοῦ διὰ παντός, εἰ βουλοίμεθα, μετέχει ν κατὰ πόλιν*, οὐδ' ἐφισταμένων ἐπὶ τὸ καὶ διὰ μακρῶν χρόνων τὴν φύσιν ἐπα κ ο ύειν καὶ ταχέως προσκορῆ γ είνεσθαι*· δι' ὃ καὶ παρε κτεινόντων πολλάκι τῶν ἀγώνων ἄλλο τι πράττομεν . Ἐῶ γὰρ τὸ τὴν μὲν ἡδονὴν οὐκ ἀναγκαί αν εἶναι, τὴν δὲ μάθησιν καὶ μελέτην, ἵνα τέρπωμεν αὑτούς, ἐπίπονόν τ' εἶναι καὶ τῶν κυριωτάτων πρὸς εὐετηρίαν ἐκκλείουσαν καὶ τείνουσ α ν π ρ ὸς ἀπρέ π ειαν τοῦ μ ε ιρακιωδῶς ἄι δοντος ἢ κιθαρίζοντος ἐπ' ἔργωι*· περὶ δὲ τοῦ μηδὲν διαφορώτερον ἥδεσθαι ςναουσι προςνε τοῖς