Ancient Greek · ~1 min
Fragment 3
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 3
Not analysed yet
τους καθότι μένει τὸ ζητούμενον ἐξ ἀρχῆς, ὅπερ ἀεὶ συμβαίνει τοῖς εὖ πραγματικὰς ποιουμένοις τὰς ἀμφισβητήσεις. δεδομένου γὰρ τούτου κυρίως, εἰ βούλονται ποητὴν ἀγαθὸν καλούμενον τοῦτον ὑπάρχειν, ὃς ἐκφέρει διὰ μέτρων σοφὰ πράγματα, καὶ σπουδαῖον πόημα τὸ τοιαῦτα περιειληφός, ἐπισκεφθήσεται τὰ καταχρηστικά· εἰ δὲ θέλουσιν ὡς καλὰ