Ancient Greek · ~3 min
Column 4
Philodemus, P.Herc. 228, 403, 407, 1425, 1581 4-2
Not analysed yet
θαι ἄθλιος, ὅτι πολλῶν οὐσῶν ὠφελιῶν οὐ διώρισεν τὴν ποίαν ἀπαιτητέον παρ' αὐτοῦ καὶ διότι τὸ διὰ τίνων τέρπει καὶ τίνα τέρψιν οὐκ ἔδειξεν, αλλ' ἐν ἀμφοῖν ἀδιόριστον ἀπολέλοιπε τὴν ἀρετὴν τοῦ ποητοῦ, καὶ διότι τὰ κάλλιστα ποιήματα τῶν δοκιμωτάτων ποητῶν διὰ τὸ μηδ' ἡντινοῦν ὠφελίαν παρασκευάζειν, ἐνίων δὲ καὶ τὰ πλεῖστα, τινῶν δὲ πάντα τῆς ἀρετῆς ἐκραπίζει. τί γὰρ δεῖ λέγειν τὰ καὶ βλάβην καὶ μεγίστην, ὅσον ἐφ' αὑτοῖς, περιποιοῦντα, τί δὲ κατὰ τὸν λόγον τὸ μὲν ἐπ' ἄκρον ὠφελοῦν τελειότατον ἔσεσθαι, μηδένα δὲ δύνασθαι μήτε διὰ τῆς ἰατρικῆς μήτε διὰ τῆς σοφίας μήτε διὰ πολλῶν ἄλλων ἐπιστημῶν ἐπ' ἄκρον ἐλαύνοντα μετὰ ποιητικῆς ἐξεργασίας; καὶ δὴ γράφων τὸν τέρποντα μέν, οὐκ ὠφελοῦντα δέ, ποιητικὸμ μὲν εἶναι, τὰ