Ancient Greek · ~2 min
Column 14
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 14-3
Not analysed yet
μὸς ἐπιτρείψειεν ἄν; οἵτινες γοῦν τοὺς θεοὺς τοιούτους ὑπολαμβάνοντες οἵους ὁ τῦφος εἰ ἤγαγεν ἀφέτοις χρῶνται κατὰ δύναμιν ἕκαστοι ταῖς κακουργίαις, ἧπου νομίζομεν αὐτοὺς ἀέρα φοβουμένους ἀφέξεσθαί τινος; τῶν χαλεπωτάτων δ’ ἓν εἰ τοῦτ’ ἔστιν τὸ τῆς ἀδικίας ἀπαλλάττειν, εἰκότως ἄν τις ἐπιφέροι τούτοις, ὅτι τὸν τῶν θηρίων βίον εἰς τοὺς ἀνθρώπους μεταφέρουσιν καὶ μάλιστ’ ἐὰν μηδ’ ἐπιστρέφων ται καθάπερ φασὶν τοῦ τῶν πολλῶν διὰ ταῦτα ψόγου. βλέπε ται δ’ ὅτι καὶ κατὰ πάντας τοὺς πρὸ αὐτῶν ἐκκειμένους οὐδὲ εἷς ἂν ἀδικίας ἀπειρχθείη δεδοικὼς τοὺς οὐδ’ ἐπικεινηθῆναι δυναμένους ἢ τοὺς ἐναργῶς ἀναισθήτους