Ancient Greek · ~3 min
Column 13
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 13-3
Not analysed yet
ται τὰ ἄλλα –διότι κἂν ἀποφαίνωνται βλάπτειν καὶ ὠφελεῖν τοὺς θεοὺς ὥ σ περ οὐδὲ τὸ δεύτερον αὐτοῖς ἀκόλουθον ὂν ἐπιδειχθήσεται· τοῦτό γε παντὶ δῆλόν ἐστιν ὡς οὐδὲ εἰς τῶν πώποτε ἀνθρώπων τὸν ἀέρα καὶ τὸν αἰθέρα φοβούμενος ἢ τὸ πᾶν ἀπέχεταί τινος ἀδίκου πράγματος οὐχ ὅτι τῶν πρὸς ἃ μεγίστοις εἱμέροις συνέχεται μᾶλλον ἤπερ τοὺς ἐν ἄμμωι θῖνας ἢ τὰ π οιὰ ἐπὶ τῶν ἀκανθίων πάντων ἅ γε φανερῶς ἀναίσθητα καταλαμβάνουσι. διόπερ ἔμοιγε τὸ τοῦ Τιμοκλέους εἰρημένον ἐν Αἰγύπτωι δράματι περὶ τῶν ἐν τῆι χώραι θεῶν ἐπὶ τούτους ἐπέρχεται μεταφέρειν· ὅπου γάρ φησιν εἰς τοὺς ὁμολογουμένους θεοὺς ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην τιν’ αἰελούρου βω