Ancient Greek · ~2 min
Column 3
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 3-6
Not analysed yet
καὶ ὁ Προμηθεὺς συνδεῖται κατὰ Αἰσχύλον καὶ κατ’ Ἀπολλωνίδη καὶ κατὰ Ἡσίοδον καὶ κατὰ Στησίχορον ἐν λι καὶ παρ’ ἃς τὸ πρὶν ἔφην ποινὰς ὑπ’ αὐτοῦ ταρταροῦται. καὶ ὁ Διόνυσος δὲ ὑπὸ Πενθέως συνδεῖται κατὰ τὸν Εὐριπίδην ὁμοίως καθάπερ Ὅμηρός φησιν τὸν Ἄρη σύνδετον εἰσβληθῆν’ εἰς Πίθον. καὶ τοὺς ἰδίους ἀδελφούς, ἑκατόνχειρας καὶ Κύκλωπας, ὄντας υἱοὺς Γῆς, πάντας ὁ Κρόνος εἰς δεσμωτήριον κατέβαλε. καταχ Αἰσχύλος ἐν τῶι λυομένωι Προμηθεῖ φησιν ὑπὸ Διὸς δεδέσθαι. καὶ πάντες καταταρταρωθέντες ἤδη πρὶν ὑπ’ Οὐρανοῦ καταδέδενται· Διόσκουροι δὲ ἄρα ὑπ’ ἀφαρειδῶν ἐοίκασιν ἐν