Ancient Greek · ~2 min
Column 5
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 5-4
Not analysed yet
ὑπὸ Διὸς εἰπὼν δεδέσθαι μή ποτέ τινι κατασκευάσωσιν ὅπλα· καὶ τὸν Προμηθέα λύεσθαί φησιν Αἰσχύλος ὅτι τὸ λόγιον ἐμήνυσεν τὸ περὶ Θέτιδος ὡς Χρεὼν εἴη τὸν ἐξ αὐτῆς γεννηθέντα κρείττω καταστῆναι τοῦ πατρός· ὅθεν καὶ θνητῶι συνοικίζουσιν αὐτήν. Ἀμέλει δὲ καὶ μεμελληκέναι ποτέ φησιν. Ὅμηρος ὑπὸ τῆς Ἥρας καὶ τοῦ Ποσειδῶνος καὶ τἀπολλωνος ἢ τῆς Ἀθηνᾶς συνδεθῆναι, τοῦ δ’ Αἰγαίωνος ἀχθέντος ὑπὸ τῆς Θέτιδος φοβηθέντας ἤδη λῆξαι τῆς ἐπιβολῆς. καὶ Στησίμβροτος τεκοῦσάν φησιν τὴν Γῆν Ἄρτεμιν ἐκβαλεῖν εἰς ἐρημίαν