Ancient Greek · ~3 min
Column 4
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 4-10
Not analysed yet
ἐλθεῖν εἰς τὴν προεδρίαν, οὕτως ἐπεὶ παραδέδονταί τινες μὲν ἀγαθοὶ καὶ εὐεργετικοί, κελεύσειν τιμᾶν αὐτοὺς θυσίαις τοιαύταις, αὐτὸς δ’ οὐκ εὔξεσθαι τοῖς θεοῖς· Δωρεὰν γὰρ αἰτεῖν μηθὲν διειληφότα περὶ αὐτῶν οὐ πείσειν ἑαυτόν. ἀλλὰ μὴν καὶ Χρύσιππος τὸ πᾶν ἐπὶ Δί’ ἀνάγων ἐν τῶι πρώτωι περὶ θεῶν Δία φησὶν εἶναι τὸ ν ἅπαντα διοικοῦντα λόγον καὶ τὴν τοῦ ὅλου ψυχὴν καὶ τῆι τούτου μετοχῆι πάντα ζῆν Σ αισ καὶ διὸ καὶ Ζῆνα καλεῖσθαι, Δία δ’ ὅτι πάντων αἴτιος · τόν τε κόσμον ἔμψυχον εἶναι καὶ θεὸν καὶ τὸ ἡγεμονικὸν καὶ τὴν τῶν ὅλων ψ υχὴν καὶ οὕτως ἀνὰ λόγον συνά γεσθαι τὸν Δία καὶ τὴν κοινὴν πάντων