Ancient Greek · ~3 min
Column 5
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 5-12
Not analysed yet
φύσιν καὶ εἱμαρμένην καὶ ἀνάγκην· καὶ τὴν αὐτὴν εἶναι καὶ Εὐνομίαν καὶ Δίκην καὶ Ὁμόνιαν καὶ Ἰρήνην καὶ Ἀφροδίτην καὶ τὸ παραπλήσιον πᾶν· καὶ μὴ εἶναι θεοὺς ἄρρενας μηδὲ θηλείας ὡς μηδὲ πόλεις μηδ’ ἀρετάς, ὀνομάζεσθαι δὲ μόνον ἀρρενικῶς καὶ θηλυκῶς ταὐτὰ ὄντα καθάπερ Σελήνην καὶ Μῆνα· καὶ τὸν Ἄρη κατὰ τοῦ πολέμου τετάχθαι καὶ τῆς τάξεως καὶ ἀντιτάξεως, Ἥφαιστον δὲ πῦρ εἶναι καὶ Κρόνον μὲν τὸν τοῦ ῥεύματος ῥοῦν, Ῥέαν δὲ τὴν γῆν, Δία δὲ τὸν αἰθέρα, τοὺς δὲ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα γῆν ἢ τὸ ἐν αὐτῆι πνεῦμα· καὶ παιδαριωδῶς λέγεσθαι καὶ γράφεσθαι καεὶ πλάττεσθαι θεοὺς ἀνθρωποειδεῖς, ὃν τρόπον καὶ πόλεις καὶ ποταμοὺς καὶ τόπους καὶ πά