Ancient Greek · ~2 min
Column 4
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 4-4
Not analysed yet
κα μὴ λήσειν τὰ τραύματα θεραπεύουσας. καὶ δὴ κατατιτρώσκονται φανερῶς αὐτῶι καὶ τύπτονται καὶ ταῖς σχετλιωτάταις περιπείπτουσιν ὀδύναις, Ἄρης μὲν ὑπὸ τῆς Ἀθηνᾶς Ἀφροδίτηι κατὰ τὸν αὐτὸν καιρόν, Ἄρτεμις δ’ ὑπὸ τῆς Ἥρας καὶ ὑπὸ Διομήδους μέντοι καὶ Ἀφροδίτη καὶ Ἄρης ὁ Διὸς υἱός, τὸ πρότερον δ’ ὑπὸ Ἡρακλέους καὶ ἡ βασιλεύουσα τῶν θεῶν Ἥρα καὶ ὁ τοῦ Διὸς ἀδελφὸς Ἅιδης. ὁ δὲ Ξάνθος ὑπὸ Ἡφαίστου πυρπολεῖται, πάντες δ’ οἱ κατὰ τὴν Τιτανομαχίαν κρατηθέντες ἢ τραύμασιν ἢ πληγαῖς δῆλον ὡς περιέπεσον. ὅσα δὲ Προμηθεὺς οὐδ’ ἅπαξ, ἀλλὰ μυριάδας