Ancient Greek · ~2 min
Column 7
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 7-6
Not analysed yet
εἰσάγειν, τῶν δὲ θεῶν Μαῖαν τὴν Εἰλείθυιαν· ἐπὶ Κύνθου γε τῆι Λητοῖ παρέσχηκέν ποτε τὴν τέχνην· τὴν δὲ Γῆν καὶ τὴν Θέμιν καὶ τὸν Δία καὶ τὸν Ἀπόλλω μάντεις, τοῦτον δὲ καὶ βουκόλον καὶ ἰατρὸν καὶ καθόλου σωτήριον καὶ τὸν αὐτόν τε καὶ τὰς Μούσας τακούσματα πάντα ἐνεργοῦντας θεοῖς καὶ τοῖς ἀνθρώποις, τὴν Ἥβην δ’ οἰνοχόον, τοὺς Κύκλωπας δὲ χαλκέας τόν τε Ἥφαιστον