Ancient Greek · ~2 min
Column 6
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 6-4
Not analysed yet
ληστῶν ἁλῶναι γράφει· καὶ Πίνδαρος δὲ διέρχεται περὶ τῆς ληστείας. λέγουσιν δέ τινες, οὓς καὶ Μένανδρος παραινίττεται, καὶ τὴν Ἑκάτην ὀπαδὸν Ἀρτέμιδος εἶναι, Δήμητρος δὲ λάτριν Εὐριπίδης, Ὅμηρος δ’ ἐν τοῖς ὕμνοις πρόπολον καὶ ὀπάονα Κόρης, ης δὲ τροφόν, Σαπφὼ δὲ τὴν Πειθὼ χρυσοφάη θεράπαι ναν Ἀφροδείτας . παρ’ Ὁμήρωι δ’ ὁ Πρωτεύς ἐστι Ποσειδάωνος ὑποδμώς, παρὰ δὲ τῶι ποήσαντι τὴν Δαναΐδα μητρὸς τῶν θεῶν θεράποντες οἱ Κουρῆτες. Στεσίμβροτος δὲ Ἄρτεμιν αὐτῆς καὶ Ἀθηνᾶν ὀπαδοὺς π