Ancient Greek · ~1 min
Column 8
Philodemus, P.Herc. 229, 242, 243, 247, 248, 433, 437, 440, 452, 1077, 1088, 1093, 1098, 1114, 1428, 1602, 1609, 1610, 1648, 1788, 1815 8-4
Not analysed yet
Ἄνδρων δ’ ἐν τοῖς Συνγενικοῖς Ἀδμήτωι λέγει τὸν Ἀπόλλω θητεῦσαι Διὸς ἐπιτάξαντος, Ἡσίοδος δὲ καὶ Ἀκουσίλαος μέλλειν μὲν εἰς τὸν Τάρταρον ὑπὸ τοῦ Διὸς ἐμβληθῆναι, τῆς δὲ Λητοῦς ἱκετευσάσης ἀνδρὶ θητεῦσαι· καὶ Ὅμηρος δὲ ταύτης τε τῆς Θηγείας αὐτοῦ μνημονεύει καὶ τῆς μισθῶι ἐπὶ ῥητῶι παρὰ Λαομέδοντι μετὰ Ποσειδῶνος, ὅπου τὸν μισθὸν ἀπεστερήθησαν