Ancient Greek · ~3 min
Column 233
Philodemus, P.Herc. 232, 234, 247, 250, 398, 426, 452, 458, 1115, 1427, 1601, 1612, 1619, 1813 233
Not analysed yet
ῥητορικ ὴν ην τῶν λ ό γ ων οὐ τὸ μὴ εἶναι τέχνην αὐτὴν παρισ τάνειν δόξουσιν, ἀλ λ ὰ τὸ μὴ μόνην τοῦ τέλους δημιουργόν. οὐ γὰρ ἴσως ἀγένητον οὐδ' οὐχ ὁ ρώμενον ἐν τοῖς φαινομένοις ὃ γείνεται διὰ τέχνης, τοῦτο σ αὶ δι' ἄλλ ου τινὸς ἀκοινωνήτου τῆς τέχνης συντελεῖσθαι καὶ δι' ἄλλης ἀδιαφόρου τέχνης. καὶ ταύτηι τάχα καὶ τὸ χρήσιμον ἀπὸ τοῦ ἀναγκαίου διορίζεσθαι πέφυκεν. ἐπιδέχονται δὲ καὶ παραβολὰς οἱ πλείους τῶν λόγων, εἰ μὴ καὶ πάντες. ἄθλιος δ' εἰ καὶ τις ἄλλος χαρακτὴρ λόγων, ὅταν δι' ὧν τις ἀναιρεῖν οἴεται τινά, διὰ τῶν αὐτῶν πορευομένοις ἐξῇ καὶ τἀληθὲς ἢ τὸ φαινόμενον ἀληθὲς τῶι συντιθέντι τὴν ἀπόδειξιν ἀθετῆσαι. χάριν δὲ τῶν ἀποδείξεων τούτων οὐδὲ εἷς ἀποκωλύσει λέγειν τοὺς τῆς ἐναντίας στάσεως προισταμένου ς εἶναί τινα τέλειον τεχνείτην ὃς ἐν πᾶσι τ οῖς τῆς τέχνης ῥητορικῆς ἐκπε