Ancient Greek · ~3 min
Column 234
Philodemus, P.Herc. 232, 234, 247, 250, 398, 426, 452, 458, 1115, 1427, 1601, 1612, 1619, 1813 234
Not analysed yet
πόνηται μέρεσιν· εἶναι δ' ἄλλους τινὰς οἳ μέρη τινὰ τῶν τῆς ἐπιστήμης ἀνειλήφασιν· οὓς εἴ τις εὐθύνων οἴεται τὸν τέλειον εὐθύνειν λήθαργός ἐστιν, ὧι δὴ παραδείξει περιπε τεῖς καὶ τοὺς τὰ νῦν ἐξεταζομένους. παρακειμένως δὲ καὶ τοιοῦτoν ἐξουσιάσει παραπλάττεσθαι χαρακτῆρα μοχθηρότατον, ὅταν ἀπὸ τῶνἐπὶ μέρους ἀνδρῶν κατηγορί αν τῶν ἐπιστημῶν ποιῆταί τις, ὃ καὶ παρὰ τοῖς ὀνωδεστάτοις ἄδικον ἤδη διείληπται, γείνεται δὲ παρὰ τούτοις. ἀλλὰ μὴν πρόχειρον ἔσται λέγειν καὶ διότι πείθουσιν μὲν πολλοὶ κατὰ τὸ κοινὸν καὶ τῶν οὐ ῥητόρων, οὐ μὴν τέλος τοῦτο τῆς ῥητορικῆς ὑπάρχειν, ἀλλὰ τὸ λόγωι πείθειν, ὥστε καὶ πολλὴν ἀπροσλογίαν καταγνώσεται τῶν τὰ κάλλη καὶ τὰ ς ἄ λλας φλυαρίας