Ancient Greek · ~3 min
Column 237
Philodemus, P.Herc. 232, 234, 247, 250, 398, 426, 452, 458, 1115, 1427, 1601, 1612, 1619, 1813 237
Not analysed yet
πιστήμη πραγμάτων. καὶ περὶ τῆς πολιτικῆς δὲ ἐρωτώμενοι, πολλοὶ τὸ μὴ διὰ τῆς σοφιστικῆς αὐτὴν περιγείνεσθαι προσάγουσιν, ἄν εὖ βάλωσιν. ἄ ξιόν τε ἐπιστῆσαι μήποτε οὐκ ἀπίθανος λέγῃ τις, ὥσπερ τὴν διαλεκτικὴν τέχνην ὑπάρχειν, οὐ μὴν ἀπεργάζεσθαι τι καθ' ἑαυτήν, εἰ μὴ τοῖς ἠθικοῖς καὶ φυσικοῖς N̅ συνδεθείη λόγοις, ὃν τρόπον καὶ τῶν Στωικῶν ἔνιοι διέλαβον, οὕτω καὶ τὴν ῥητορικὴν τέχνην μὲν εἶναι, δραστήριον δ' οὐδαμῶς τῶν ἔργων, εἰ μὴ τοῖς πολειτικοῖς πράγμασιν συμπλακείη. τὸ μὲν γὰρ ἐπακτικο ὺς εἶναι τοὺς πλείονας τῶν λόγων οὐκ ἴσως λέληθεν οὐδὲ τοὺςμετρίως συνέντας. τάχα δ' ἴσως καὶ πλείους ἄλλοι κακι ῶν χαρακτῆρες διήκουσι διὰ τῶν συ λλογισ μῶν, ἀλλ' οὔτε πρὸς ὄνυ χα τὴν προσκαρτέρησιν ποιεῖσθαι δοκι