Ancient Greek · ~3 min
Column 236
Philodemus, P.Herc. 232, 234, 247, 250, 398, 426, 452, 458, 1115, 1427, 1601, 1612, 1619, 1813 236
Not analysed yet
σχ εδὸν διὰ τῶν πλείστ ων ὑπομνήσεων καὶ τοιαύτη· τὸ γὰρ μηδὲ τὴν τέχνην ὑπάρχειν ἐν τοισίδε τισὶν χρόνοις ἢ τόποις λαμβάνουσι ἀσυκοφαντήτως, ὅταν δόξωισιν ὁπωσδήποτε παρεστακέναι τὸ μὴ δι' ἐνγράπτων καταβεβλῆ σθαί τινας τεχνολογίας ὥσπερ οὐκ εἰς τ ὸ ἄκρον ἐκπεπονῆσθαί τι νας τέχνας παρ' οἷς ἀνθρώποις ἢ καθ' οὓς καιροὺς οὐδ' ὅλως γραμματικὴν ὑπάρχειν ἢ γεγενῆσθαι συμβέβηκεν. νομίζω δ' ἔγωγε καὶ πάντας, εἰ δὲ μή γε, τοὺς πλείστους λόγους, καὶ συνχωρουμένων τῶν λημμάτων, οὐ σ υνάξειν ὃ θέλουσιν οἱ κατασκευάζοντες, καὶ μάλιστα, ἐὰν ἐρωτῶνται περὶ τοῦ τὴν σοφιστικὴν ῥητορικὴν οὐκ εἶναι τέχνην· ἀλλ' εἴπερ ἄρα τὸ μὴ περιγείνεσθαι δι' αὐτῆς τὴν πολειτικὴν καὶ τὴν ἔμπρακτον ῥητορικήν, οὐκ, εἰ δὴ μουσικὴ τὸ γράφειν καὶ ἀναγινώσκειν οὐ περιποιεῖ, διὰ τὴν αἰτίαν ταύτην οὐδὲ ἄλλων τινῶν ἐστιν ἐ