Ancient Greek · ~4 min
Column 10a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 10a
Not analysed yet
τῶν πολειτικῶν ἔργον προίστασθαι πόλεων σ υμβουλεύειν πρεσβ ε ύ ει ν ἐμπειρίαν ἔχειν νόμ ων, ψηφισμάτων, τῶν συ στ οίχων τούτοις, οἱ δ ὴ ῥή τορες ἐπίστανται πά ν τα ταῦτα καὶ δύν ανται, τὸ μὲν χάριν αὐτῶν μὴ δείκνυσ θ α ι τὸ το ὺ ς ῥ ήτορας ἧ ι ῥήτορες εἴδ η σιν κα ὶ δύ να μιν ἔχειν το ύτων, πα ρῶμεν ατω καὶ τό τινα ς π ολ ε ι τικ ούς, οὐκ ὄντας ῥ ήτορας, πάντα ταῦτ' ἔχ ειν· ἀ λ λὰ τ οὺς ῥήτο ρ α ς ἂν μὲ ν τοὺς σχολαστ ικοὺς λαμβάνωσιν, γέλωτα πολὺν παρέξουσιν ἡμῖν, ἂν δὲ τοὺς ἐμπράκτους, ο ὐχ ἡμᾶς ἕξουσιν ἐναντιουμένους, ἑαυτ ο ῖς δ ὲ περιθήσουσιν οὐδὲν πλεῖον. ὅταν δὲ γελοίους εἶναι φῶσι τοὺς ἀφαιρουμένους τ ὴν πολειτικὴν δύναμιν τῆς τε λ είας ῥητορικῆς ἐμπεριειλημμένην ἐν τῆ ι προλήψει καθάπερ τοὺς τῆς ἰατρι κ ῆς τὴν εἴδησιν τῶν ὑ γι ει ν ῶν