Ancient Greek · ~3 min
Column 11a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 11a
Not analysed yet
καὶ νοσηρῶν, ἡδονῆς εἰσιν ἀνάμεστοι. πῶς γὰρ ἡ μὴ συγχωρουμένη περιποιεῖν τὴν πολειτικὴν ἐμπεριειληφέναι κατὰ τὴν πρόληψ ιν δοθήσεται τὴν πολει τικήν, ἀλλ' οὐχὶ τὴν μὲν ἐπαγγελίαν ἐπιδράττεσθαι καὶ ταύτης, τὴν δέ γ' ἄκριτον νόησιν αὐτὸ περιέχειν τὸ γεινόμενο ν καὶ θεωρούμενον ἀναπ οδείκτως; οὐ χρεία δ ὲ λόγου πλείονος οὐδὲ πρὸς τὸ τὰς πόλεις ὑπὸ τ ῶν ῥητόρων δ εδι ωικῆσθαι. κἂν παράπαντα παρίδωμεν, ὑπ ὸ τῶν πολειτικῶν ῥητόρων καθὸ πολειτικοὶ δεδιωικῆσθαι δώσομεν, οὐχ ὑπὸ τῶν ῥητορικῶν, ἂν δὲ καὶ ὑπὸ τούτων, οὐ καθὸ ῥητορικοί. παραπλησίως δ' οὐδὲ πρὸς τὸ τοὺς φιλοσόφους μηδὲν πεπραγματεῦσθαι περὶ πολειτείας, ἀλλὰ τοὺς ῥήτορας. ἄλ λοις μὲν γὰρ ἀντιπαράγειν ἐξέστω ι ,παρὰ δ' ἡμῶν ὁμολογεῖσθω καὶ διὰ τοῦτο συγχωρείσθω τὸ