Ancient Greek · ~3 min
Column 14a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 14a
Not analysed yet
τωρ ὑπάρχειν -τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ μὴ ῥήτορος, πολειτικοῦ δὲ ὑπακουστέον -,ἐκωλύετο δ' ἄν, εἰ καθὸ ῥ ήτωρ, ἀγαθὸς ὤφειλεν εἶναι· τὸ γὰρ καθὸ ῥήτωρ ο ὐκ ἄλλο τι λαμβάνεται νῦν ἢ τὸ σ ὺν τούτωι ῥήτωρ ἐστὶ καὶ ἀπὸ τῆς αὐτῆ ς διαθέσεως καὶ οὐκ ἄ λ λως δύναται ῥήτωρ ὑ πάρχειν, ἐμ μέσωι τε π ᾶ σίν ἐσ τι κείμενον διό τ ι πάμπολλοι ῥήτορες μέν εἰσι δυνατώτατοι, τῶι δ' ἤθει παμπόνηροι· τὸ δὲ καθὸ τοιοῦτόν τί ἐστι προσὸν οὐκ ἐπιδέχεται χωρισμόν. ὅθεν δὴ καὶ διὰ τὸ ταῦθ' οὕτως ἔχειν οὐδὲ χρησίμην ἡγούμεθα τὴν πο λ ειτικὴν δύναμ ιν οὔτ' αὐτοῖς τοῖς κεκτημένοις οὔτε ταῖς πόλεσιν αὐτὴν καθ' αὑτήν, ἀλλὰ πολλάκις αἰτίαν καὶ συμφορῶν ἀνηκέστων, ἧι λέγεται πολλάκις αἴτιον τὸ διδὸν ἀφορμάς, μετὰ μέντοι καλοκἀγαθίας λαμβανομένην ταῖς μὲν πόλεσιν ἀγαθὰ πολ