Ancient Greek · ~3 min
Column 13a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 13a
Not analysed yet
ῥήτορος ὧδε δοκιμάζομεν ἀποφαίνεσθαι· τῆς ἀγαθὸς πολειτ ι κός διαλέκτου προχ είρω ς δ ηλούσης μὲν καὶ τὸν δυνατὸν πολειτικὸν καὶ γεννικῶς ἔμπειρον, δηλούσης δὲ καὶ τὸν σπουδαῖον τοῖς ἤθεσι πολειτικόν, κατὰ μὲν τὸ πρότερον δ εκτὸ ν καθὸ ν ῥ ήτω ο ρ ἀγαθὸν αὐτό ν φαμεν εἶναι πολ ε ιτ ικὸν ὥσπερ τὸν αὐλητὴν τὸν τεχνείτην κ αθό σο ν αὐλητὴς τεχνε ίτην λέγομεν αὐλητή ν, οὕτως δὲ καὶ ἀγαθὸν αὐλητήν, κατὰ δὲ τὸ δεύτερον δεκτὸν οὐκέτι μαινόμεθα λέγειν καθὸ ῥήτωρ ἀγαθὸν ἂν γενέσθαι πολειτικὸν τὸν ῥήτορα. πρῶτον τον μὲν γὰρ κατ' αὐτὴν τὴν ἐμπειρίαν τῶν πόλεως ποιῶν συμφερόντων νοεῖται καὶ λόγου δυνάμεως, καθάπερ ἰατρὸς κατὰ τὴν τῶν νοσερῶν καὶ ὑγ ι εινῶν. ἐὰν οὖν ταῦτ' ἔχη ι, κἂν ὁποῖος δήποτ' ἦι τοὺς τρόπους, οὐ κω λύεται ῥή