Ancient Greek · ~4 min
Column 4a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 4a
Not analysed yet
ε ἰ ρ ήνης ὁ λόγος, ὑπὲρ ὧν ἀναγκαῖόν ἐστιν ἄττα δήποτε ψηφίσασθαι, ἐὰν δὲ καὶ ὑπὲρ πολέμου κα ὶ εἰρήνης ἦι γ' ἢ καὶ ἄλλου τ ινός, ὧν ἐν ταῖς ἐκκλη σί α ι ς βο υλ εύονται, οὐ περὶ κα τεπε ίγο ντός τινός γ ε οὐδεν ό ς ἐστιν ἐν τῶι παρόντι ὁ λόγος -,ὥστε σφό δρα ἔξω ὄντες τ οῦ ἀγ ω νιᾶν ἀκούουσιν ἐν τ αῖς πανηγύρεσιν -ὅταν δ' οὕτως ἀκούω σι, τοῖς μὲν λεγομένοις οὐ π ροσέχουσιν, π ότερα σ υμφ έροντα ἢ οὐ συμφέροντα καὶ τὸ σύνολον ἀληθῆ ἢ οὐκ ἀληθῆ, ὑπ' αὐτοῦ δὲ τοῦ ἤχου καὶ τῶν π εριόδων καὶ τῶν παρίσω ν καὶ ἀ ν τι θέτων καὶ ὁμοιοτελεύ των ψυχαγωγ ο ύ μεν οι ἤδη προσεδόκησαν, εἰ οὕτω ι λά λ ώ ιησαν, κα ὶ ἐν ἐκκλη σ ίαις καὶ δικαστηρίοις εὖ ἀπαλλάττε ι ν, οὐ συνορῶντες, ὅτι οὐδ' ἂν ἠνέσχοντο, εἰ ἐν ἐκκ λησίαι καὶ δικαστη ρί