Ancient Greek · ~3 min
Column 5a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 5a
Not analysed yet
ω ι οὕτωι λαλοῦντος ἤκουον, ὅθεν ἦλθον ἐπὶ τὸ ἀναλίσκειν μισθὸν τοῖς σοφισταῖς. εἶτ' εὐθὺς γιγνώσκουσιν, ὅτι ἀπολωλέκασι τὸ ἀ ργύριον. οὐθὲν γάρ, οἶμαι ,αὐτοῖς συντελεῖται πρὸς τὸ πρᾶ γ μα ἀλλ' ἢ διαβ ολὴ καὶ ἀγωνία· διαβ ο λὴ μὲν ὡς γ εγυμνα σμένοις ῥητορεύειν, ὥ στε κατὰ τρόπον μὲν ἀπ αλλάττοντας κατὰ τὴ ν ἐ ν τῶι λέγειν ἰδέαν δ οκ ε ῖ ν παρακρούεσθ αι τοὺς δικαστάς, μὴ κατὰ τρόπον δὲ ἀποχωροῦντας διὰ κενῆς ἀργύριον ὑπολαμβάνεσθαι σοφιστεῖ ἀνηλωκέναι· ἀγωνία δὲ περὶ αὐτῶν τούτων ἐνθυμουμένοις καὶ μᾶλλον ἔτι περὶ τοῦ πῶς ἐν τῶι λόγωι δόξει ἀπαλλάττειν ἤπερ περὶ τοῦ μὴ δόξη ι παρακρούεσθαι τοὺς δικαστάς. ταῦτά τε δὴ αὐτο ῖς περίεστιν ἐκ τοῦ πράγματος καὶ ἅμα συν δέσμ οις ἐπει δὰ ν προσέχωσι καὶ