Ancient Greek · ~4 min
Column 7a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 7a
Not analysed yet
κὸν μᾶλλον ἐστὶν αὐτῶν, ἐπειδὴ γραμματικὴν μὲν οὐδεὶς ἀναλαβὼν ἀνεπιστήμων ἐστὶ τοῦ γρ άφειν καὶ ἀναγινώσκε ιν, οὐδὲ μὴ μαθὼν α ὖ ἐ πιστήμων, τὰ δὲ ῥητορ ικὰ πολλοὶ μαθόντε ς ἀ δυνατοῦσιν δίκας λέγε ι ν καὶ δημηγορεῖν, καὶ π λείους γε τῶν δυνα μένων, π ολ λοὶ δὲ τῶν μὴ μαθόντων δύνα νται, καὶ πολλῶι γε πλείους τῶν μαθόντων. διό π ερ ἐκ τούτων ἀνάγκ η λέγειν, μήδ' ὅσοι δύν α νται πολειτεύεσθαι τῶν μαθόντων παρὰ τοῦτο δύν ασθαι, παρόσον τή ν γ ε δύναμιν ὑπέλαβον, ἣν οἱ σοφισταὶ παρα διδόασιν, ἀλλὰ παρά τινας ἄλλας αἰτίας. ε ἴησαν δ' ἂν αὐταὶ φύσ ε ις τε καθ' ὑπερβολὴ ν πολὺ κ α ὶ συνεργοῦσα πρὸς δυνάμεως ῥητορικῆς κατάκτησιν καὶ σπουδὴ ν πε ρ ὶ τὴν ἄσκησιν τήν γ' ἐν τοῖς πολειτικοῖς, ἐπειδὴ καὶ ἅπαξ ἀνέδειξαν αὑτοὺς ῥητορικῆς ζηλωτὰς μα