Ancient Greek · ~3 min
Column 8a
Philodemus, P.Herc. 240, 421, 431 (?), 436 (?), 455, 462 (?), 467, 468, 469, 473, 1095, 1096, 1099, 1101, 1426, 1633, 1646, 1813 (olim 468) 8a
Not analysed yet
θήσεως καὶ ὁμῶς καὶ ἐν τῆι διατριβῆι λόγων πολειτικῶν ἀνεπλήσθησαν ἐ χόντων πολὺ τὸ τῆς ὁμοι ότητος καὶ μειμήσεως καὶ μεταγε νῆ μετὰ ταῦτα τ ὴν πολυπραγμοσύνην, ἀφ' ἧς ἡ πολειτικὴ μάλιστ' ἐμπειρία περιγίνεσθ αι π έφυκεν, καὶ ἄλλαι δ' ἴσ ως αἰτίαι πλείους, ἃς οὐ κ ἀνάγκη μηκύνειν ἀναλεγόμενον. ἀλλ' ὅμως, καίπερ τοιαύτης ἐπ ικοι νωνίας π ρὸς τ ὰ ς διατριβὰς ὑπαρχούσης, ὅμως οὐ πλείονες ἐξ αὐ τῶν προέρ χ ονται δί κας κ αὶ δ η μηγορίας ἱκανῶς ἐπιστάμενοι χειρίζειν ἢ ἀ πὸ τῶν ἄλλων μαθη μ άτων οἷο ν φιλοσοφία ς, λέγω, καὶ γραμματικῆ ς καὶ ὁποιασοῦν. εἰ δ' οὐ φανήσεται χάριν τ ού του μέτριον τὸ δη μιουργοὺς τὰς ἐπιστήμ ας τ αύτας ἀποφαίνειν τ ῶ ν πολειτικῶν δυνά μ ε ων, οὐδ ὲ τὸ τὴν ῥητο ρ ικὴ ν ἕνεκα τοῦ τινας