Ancient Greek
Column 18
Philodemus, P.Herc. 339 18
Not analysed yet
τὰ καλὰ τῶν ἀνθρ ώπων ἤδη παραγράφωμεν, ὅπως ἂν ὡς ὀλιγώτατον χρόνον ἐν ταῖς ἐπινοίαις διατρίβωμεν αὐτῶν. ἀρέσκει τοίνυν τοῖς παναγέσι τού τοις κυνῶν μεταμ φιένυσθαι βί ον· ἀποκεκ α λυμμένως τοῖς ὀνόμασι χρῆσθαι καἰκεραίως καὶ πᾶσι ν· ἀποτρίβεσθαι φανερῶς· διπλῆν ἐσθῆτα μετενδύειν· παραχρῆσθαι τοῖς ἄρρεσιν οἳ κἂν ἐρῶνται, κἂμ μὴ καὶ οἷοί τε ἀσμένως ἐπιδιδόναι τοῖς προαιτουμένοις, συνβιάζεσ θαι· το σαις νατα τῶνναι τοὺ ς παῖδας πᾶσιν εἶναι κοινούς· λύειν κεἰ β ιάζετ αι· ἀδελφαῖς ἑαυτῶν καὶ μητράσι ν καὶ συγγενέσιν συγγείνεσθαι, καὶ τ ο ῖς ἀδελφοῖς καὶ τοῖς υἱοῖς· μηδενὸς ἀπέχεσθαι μέρους εἰς πλησιασμὸν μηδ' ἂν πρός γέ τινα συντελῆται βίαν· ἐπιέναι τοῖς ἀνδράσιν