Ancient Greek · ~4 min
Column 32
Philodemus, P.Herc. 408, 409, 434, 435, 1117, 1573, 1574, 1672 32
Not analysed yet
δησις, τοῦτο ὑπεριτιθέμεθα τὸ μέρος εἰς τὸν ἑξῆς τουτο υ ὶ συγγραφησόμενον ὑπομνηματισμόν. ἐν ἐκείνωι γὰρ ὑποδειχθήσεται, διότι πολειτικὴ δύναμις οὐ μᾶλλον ἐκ τῶν σοφιστικῶν τούτων ἀποτελεῖσθαι δύναται διδασκαλείων ἢ διὰ τῶν γραμματικῶν ἢ φιλοσόφων, πολλάκις δὲ καὶ βλάβης οὐχὶ μετρίας ἦν ἡ κτῆσις αἰτία, καθιστάνουσα οὐ δὲ τὰς ἐπὶ τῶν ἀληθιν ῶν ἀγώνων εὐημερίας. οὐκέτι δ', οἶμαι, τούτου ταραχθέντος ἀπολειφθήσεται λόγος τοῖς δημιουργὸν τῶν πολειτικῶν ὑποτιθεμένοις τέχνην τὴν σοφιστικήν. ἀλλ' ἐπὶ τὸ τελευταῖον ἐπανάγωμεν τῶν κεφαλαίων, ὅπερ ἦν περὶ τοῦ τὴν εὐδοκιμοῦσαν ἐν δήμοις καὶ δικαστηρί οις δύναμιν οὐδ' ἀπ' ἄλλης περιγίνεσθαι τοῖς ὅλοις ἐπιστήμης. πρὸς μὲν οὖν τὰς ὑπολήψεις ἀπόχρη καὶ τὸ δεῖξαι τὴν τῶν διατριβικῶν τέχνην οὐδὲ ἓν πρὸς ταύτην συνεργοῦσαν. ἀμέλει γὰρ οὐδὲ προσεδοξάσθη μέθοδός τις ἄλλη τῶν πολειτικῶν ἤπερ ἣν οἱ σοφισταὶ τῶν ῥητορικῶν λόγων παρεγγυῶσιν ω σ τεδ νη σιιπσια τηστιδεεν συντείνει πρὸς δὲ τὴν δύναμιν εὖ πω ς περαίνεται τὸ χωρὶς ἐπιστήμης ἔχειν αὐτὴν τοὺς ἔχοντας. ὅμως δὲ κακα τιδε ολοιτι δορευομε νοι ενε λαραξιωσ