Ancient Greek · ~3 min
Fragment 8
Philodemus, P.Herc. 408, 409, 434, 435, 1117, 1573, 1574, 1672 8-2
Not analysed yet
πᾶσα τέχνη, τὸ δ' εἰκοβολεῖν οὐκ ὀ ρθοβολεῖ πλὴν εἴ που σπανίως, ῥήτορας δὲ δεινοὺς γεγονότας ἄνευ μαθήσεως παρειλήφαμεν. Οὐ κρεί νω δὲ παλινλογεῖν ἀναγκαῖον εἶναι τῆς ἀποδείξεως κατά γε τὴν δύναμιν οὐθὲν διαφερούσης τοῦ διδάσκοντος λόγου σ ἥρωας ἤτοι ἰδιώτ ας μὴ μαθόντας τὴν ῥητορικὴν δυνατοὺς καὶ ἐπισήμους γεγονέ ναι παραβάλλειν ἐπὶ φιλοσοφίας καὶ πολιτικῆς, καὶ τὸ τὰς μὲν θέσεις τέχνης μὴ καθυστερεῖν ὡς περὶ τὰς ὑποθέσεις γι νόμενον παραδιδόασιν. Ἐκ περιττοῦ δ', εἴ τι δεῖ καὶ πρὸς τοῦτον εἰπεῖν, ἐπισημαν τέον μὲν καὶ τὸν δυνάμεις ἀποδείξεως διαφ ό ρους οὐ προσφερόμενον, ὑποδειγμασιν δ' ἐνηλλαγμένοις καὶ χειρισμοῖς χρώμενον οὐ τῷ