Ancient Greek
Fragment 13
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 13-3
Not analysed yet
καὶ ἀπειρίας ταύτας λέγων δήπου καταξιοῖ τὸν μὲν μὴ τέλ ειον τῆι δυνάμει θἀτέρου μόνον τῆς τέχνης μετεσχηκέναι μέρους, θἀτέρου δὲ ἠμοιρηκέναι, τὸν μέντο ι τέλειον ῥήτορα καὶ κεκροτημένον ἐξ ἀμφοῖν ἀγαθὸν ἄνδρα καὶ πολίτην εἶναι διὰ παντός. Ἂν δὲ δὴ βούληται λέγειν, ὡς καὶ τἀληθὲς ἔχει καὶ παντελῶς ἀποφεύξεται, διότι τῶν τεχνῶν μὲν ἄλλαι δύνανται περί τινα παρεῖναι, κἂν ἦι βδελυρώτατος, καὶ χείρων οὐδὲν etc.