Ancient Greek
Fragment 18
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 18-2
Not analysed yet
ἐὰν γὰρ πολλοὶ τοῦ τεχνίτου καὶ πο λλάκις μᾶλλον τυγχάνωσιν ἐπί τινος ἀποτελέσματος οὐκ ὄντος ἄγαν δυσεφείκτου καὶ δυσμαρο ῦς, ὅμως θαυμαστοί τινες εἶναι τεχνῖται καὶ τέλος ἔχειν οὐκ ἀδυνατήσουσι χαλεπόν. Ὁ γὰρ τῶν ἑκατόν, ὡς ποιὸν εἰπεῖν, ἐλεφαντιώντων ἢ περὶ πλευρὰς ἀγωνιώντων δέκα σεσωκὼς ἰατρὸς οὔτ' ἀεὶ τυγχάνει τοῦ τέλους οὔτε ὡς ἐπὶ τὸ πο λὺ τελεσιουργεῖ καὶ τεχνίτης ἂν λέγοιτο μέτριος καὶ ἀγαθός.