Ancient Greek
Column 2
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 2
Not analysed yet
πείθει μέν, οὐ πείθει δὲ ῥητορικῶς ἀλλὰ διαλεκτικῶς ἢ δ ραστικῶς, ὡ ς καὶ Φρύνη καὶ ὥραι καὶ μουσικῆι πείθει μέν, οὐ ῥητορικῶς δὲ π οιεῖ τὰς κατασκευάς. εἰ δέ πως ὁ λόγος δύναταί τι προσάγειν ἀληθές, τῶν ἀτέχνων οὐδ ὲ εἷς ἐν τῶι τῆς τέχνης ἔργωι νικᾶι τὸν τεχνείτην, ἐν δὲ τῶι τῆς ῥητορικῆς οὐδὲ τοῦ το καθολικόν. ἐπὶ γὰρ ἐνίων ὄν των στοχαστικῶν ἔσ τιν ὅτε νικᾶι τὸν τεχνείτην ὁ ἄτεχνος, ὥσπ ερ καὶ ἐπ' ἰα τρ ικῆς ἀ πολ είπεσθαι τ ὸν τεχν είτην ὑφ' ἑνός τινος τῶν κατὰ μέρος καθεστώτων τεχνιτ ῶν, τῶν πάνυ δ' ἀτέχνων ἀδ ύνατον νοεῖ ν. ἀμφισβητε ῖται δέ, πρὸς τίνα προκείμενον· εἰ δ ὲ τὸν ἄτεχνον ὁ λόγος λαμβάνει τὸν οὐ διατριβικόν, τὸν δὲ τεχνίτην τὸν ἀπὸ τῶν διδασκαλ είων, οὔτε τ ὴν σοφιστικὴν μὴν εἶναι τέχνην οὔτε τὴν πο λιτικὴν ἀ π οδεικνύοντα, ῥητορικὴν δὲ