Ancient Greek
Column 26
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 26
Not analysed yet
ἐκεῖνα πρ οσγ ενόμενα τευκτικοὺς καθί στ ησι τῶν τελῶν. οὐκ ὀρθῶς δ' ἵστασθαι νομιστέο ν οὐδὲ τοὺς ἀποφαινομένους οὐκ εἶναι τέχνην, εἴ τις προείληφε τέχνην τ ὴν τὸ μεθοδικὸν ἔχουσαν καὶ ἑστηκὸς παράδοσιν, εἰ δὲ καλεῖ καὶ τὴν ὁλοσχερῆ παρατήρησιν τὴν στοχαζομένην τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον, ὥσπερ ἰατρικὴ καὶ κυβερνητική, τέχ νην εἶναι. πρῶτον μὲν γὰρ ὥσπερ οὐχὶ καθ' ἕκάτερον τῆς τέχνης καλεῖσθαι προειλημμένης ἄλλ' ὥς τινων θελόντων ὀνομάζειν οὕτωι τῆι διδασκαλίαι κέχρηνται. ἅμα δὲ μεμφόμενοι τοὺς ἀδιαστόλως λέγοντας, αὐτοὶ τὴν ῥητορικὴν οὐ διεστάλκασιν καὶ τίνα τέχνην ἢ μὴ τέχνην ἀποδεικνύειν θέλουσι. πρὸς δὲ τούτοις τῆς πολιτικῆς ο ὔτ ε οὔσης τέχνης, λεγομένη ς τε πρὸς τῶν ἀνδρῶν οὐκ εἶναι, κατὰ ταύτην εἶν αι τέχνην τήν γε διαστολὴν τῶν ἐπ ιστημῶν καὶ αὐτοὶ πεποίηνται. κατ' οὐδ έτερον γὰρ τρό