Ancient Greek
Column 41
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 41
Not analysed yet
καὶ τοῦ καλοῦ, παρατετήρηκεν πῶς ἑαυτὸν στῆσαι δεῖ καὶ πῶς ἰέναι καὶ ποῦ τὸν πόδα θεῖναι καὶ ποῖ συνεπινεύειν, ἀλ λὰ παρατετήρηκε τίνα μόνον, καὶ μόνος τοὖργον ποιεῖ καὶ διὰ παντός· μέθοδον δὲ καὶ στοιχειώδη τινὰ παράδοσιν διὰ πλειόνων διήκουσαν, ὥσπερ γραμματιστής, ὥσπερ μουσικὸς οὐκ ἔχει. τὸ δ' ὅμοιον καὶ ἐπὶ τῶν πετευριζομένων καὶ τὰς μαχαίρας ὑπεραλλομένων ἔτυχε· κἂν τούτους δὲ ἔχειν τέχνην ἐγβιάζηταί τις, ἀλλ' οὐχὶ τὸν συνδέτην κακίω φ ή σει τῶν ξύλων φακέλοι ς καὶ βαστάζοντα καὶ τὸ ἐπιτευκτικῶ ς κλ έπτοντα καὶ ψευδόμενον καὶ τὸν ἔμπορον τὸν ἀγαθὸν καὶ τὸν κυνηγέτην καὶ πάντας τοὺς παραπλησίους. ὅταν δὲ φῶμεν μὴ λέγεσθαι τέχνην τὴν τῶν τοιούτων ἕξιν μηδὲ τοὺς ἄνδρας τεχνίτας, τὸ μὴ κυρίως προσ αγορεύεσθαί φαμεν, οὐ τὸ μηδὲ καταχρηστικῶς λέγεσθαι διατεινόμεθα. φανερὸν γάρ, ὅτι καὶ τεχνίτην δρα