Ancient Greek
Fragment 9
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 9-4
Not analysed yet
Τοιαύτης δὲ τῆς πρώτης ἀποδείξεως πεφυκυίας βλέπεται τὸ διημαρτημένον ἤδη καὶ τῆς ἐκδεχομένης, καθ' ἣν ἐλέγετο πᾶσα τέχνη τ υγχάνειν ἀεὶ τοῦ τέλους ἢ κατὰ τὸ πλεῖστον, ἡ δὲ ῥητορικὴ μηδετέρου γένους μετέχειν, ὅταν δὲ καὶ πείθῃ διά τινα τῶν κοινῶν ἢ καὶ τῶν ἰδιω τικῶν νέμησιν, σπανίως τυγχάνει ν. Τέχνας γὰρ ὥσπερ ἄλλα τίθεται πλείους ὑ πάρχειν, ὧν αἱ μὲν ἀ εὶ τυγχάνουσι τῶν τ ελῶν