Ancient Greek · ~2 min
Column 106
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 106
Not analysed yet
παραπνως, καθάπερ, εἰ δύναιτό τις ὑλακτεῖν καὶ τρίζειν καὶ μυκᾶσθαι καὶ σίζειν, εὐλόγως ἂν ἐπαινοῖτο. πάντα δὴ γὰρ τὰ τοιαῦτα κ ινεῖ τὸν ἀκούοντα, ὅσα δοκεῖ κατὰ τρόπον εἶναι διὰ τὴν ὁμοιότητα τ ῶι πάθει τῶ ν ἀκοῶν. καὶ ὅταν λέγηι τ ὸ ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς ὤιχετο τετριγυῖα καὶ τὸ τρὶς μὲν ἐφωρμήθην, ἐλεεῖν τέ με θυμὸς ἄνωγε, τρὶς δέ μοι ἐκ χειρῶ ν σκιῆι ἴκελον ἢ καὶ ὀ νείρωι ἔπλετο, ὦδ’ ἀπὸ τῶν ἀεὶ συμβαινόντων κατὰ τὸν οἰκεῖον ἦχον καλῶς ἀπέδωκεν τὸ πάθος, ὥστ’ ἐξ ἀνάγκης ποιοῦντ’ αὐ