Ancient Greek · ~2 min
Column 114
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 114
Not analysed yet
κως, καὶ διότι ἡ διάνοια οὐ βλέπεται, καταλείπεται τὸ ἀνακινοῦν κατὰ τὸν ἦχον. δεινὸν δ’, ὡς ἐλέγετο, εἰ παρὰ τὸ τὴν διάνοιαν βλέπεσθαι ἀποστερηθήσεται ὁ ἦχος τοῦ ἰδίου. θεωρητέον τοίνυν καὶ ἐπὶ τῶν Ὁμήρου τὸν ἦχον αὐτόν, τῶν ὑποτεταγμένων ἀποσπ ά σαντα, ὡς ἡγεῖται τῶν ἐ πῶν. ὅταν δέ τις τοῦδε μεῖξις ἐπικρατῇ ἡμῶν, εἰς τὴν ἐπιπρέπειαν ἀνακε ινεῖν. ὅτι δ’ ἀρχηγὸν ἡ φωνὴ καὶ ἐκ τῶν ὀρνέων ἔστιν ἰδεῖν. καὶ γὰρ ἐπ’ ἐκείνων, χωριστοῦ ἐκπίπτοντος ἤχου, ἀποτελεῖταί τις καὶ ἔναρθρος φωνή, καθάπερ καὶ ἐπὶ τῆς ἀη δ όνος