Ancient Greek
Column 123
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 123
Not analysed yet
ρετα δο τε τε ὁμ ἐπιτελεῖ, οἷον ἦ ῥα μετὰ φθιμένοισι πολυλλίστη βασίλεια. ὅσα δὲ τῶν καταλαμβανόντων τὸ στόμα ἄνευ τῶν μυκτήρων φράζεται, ἐάν 33 τι 33 τούτων συμπαραλάβηι, ἡδὺν τὸν ἦχον ἀποτελεῖ, οἷον πλάκα ἢ κλάδον ἤ τι τοιοῦτον. ὁμοίως δὲ καὶ γλαυκῶπιν· ἡ γὰρ παραλλαγὴ βραχεῖα. ὅταν δὲ πρόσπνευσις ἀκολουθῆι, οὐκέτι γίνεται παραπλήσιον. αἱ γὰρ τῶν γραμμάτων αὐτῶν ἀρχαὶ αἴτιαί εἰσιν μετὰ πνεύματος ἐκπίπτουσαι. ἀποσπῶσιν γὰρ τὴν