Ancient Greek
Column 128
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 128
Not analysed yet
ὥστε τὴν τοῦ ἀντιφάσκοντος αἴσθησιν μὴ τῆι συνέσει μὰ Δί’ ἐπαναγκάζεσθαι. ἐ χρῆν δὲ αὐτὴν ἐξελέγχει ν τὸν ἀντιφάσκοντα τῶι ἀποδεικνυμένωι καὶ περὶ ταῦτα, εἴπερ ἡ αἴσθησι ς, κανόνος ἔχουσα οἰκείαν δύναμιν, ἐμφανίζει τὸ ὅμοιον ὧι αὖ τις ἀποδείκνυσιν· παντάπασιν γὰρ ταύτης εὑρισκομένης εἶναι κριτηρίου οὐδεμίας προσδεῖσθαι ἀποδείξεως οντο . ἔτι δέ φασι τοῖς πρὸς τὸ πάντα κρίνειν τῶι τέρπεσθαι τὴν ἀκοὴν ὑπὸ ποημάτων ἀντιλέγουσιν ἐκείνους εἶναι, μάλιστα δὲ τοὺς προΐστασθαι τῶν ἐναργημάτων καὶ δὴ τῆς αἰσθήσεως ἐπαγγελλομένους. οὐ γὰρ ἄλογον ὑπὸ μελῶν ἢ ποημάτων τέρπεσθαι. συμ