Ancient Greek
Column 131
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 131
Not analysed yet
λο παρεφάπτεσθαι ἡμῶν. ὁ δ’ Ἀνδρομενίδης οὐχ ὁμολογεῖν ἂν δόξειεν αὐτῶι, ἀλλὰ ψεύδεσθαι, τιθεὶς τὸ ποηταῖς ἐπιπρέπειν τ ὰ ς τῆς τε διαλέκτου καὶ τῆς ὀνομασίας ἐξεργασίας, καὶ ποητῶν ἔργον οὐ λέγειν, ὃ μηδείς, ἀλλ’ οὕτως εἰπεῖν ὡς οὐκ ἂν ἕτερος ἑρμηνεύσειε, καὶ κάθαρσιν ἁμαρτίας καὶ Μουσῶν κάλλη καὶ φωνὰς καὶ ἁρμονία ν ἐν αὐταῖς κατασκευάζειν ,καὶ φύσει τοῖς ἀνθρώποις ἐπιμέλλειάν τινα καὶ συγγένειαν εἶναι Μούσαις αὐτομαθῆ, καθάπερ ἐμφανίζειν τοὺς τῶν βρεφῶν ὑπὸ τῆς ὠιδῆς τῆς ἀγραμμάτου κατακοιμισμούς, καὶ ῥημάτων κάλλη καὶ πρὸς ἀκοὴν καὶ γράμματα λαμπρά, κἀκ τῶν ποιῶν καὶ ποσῶν γραμμά