Ancient Greek
Column 74
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 74
Not analysed yet
ντος εν ἔσται κατὰ τοῦτον τὸν τρόπον οὔθ’ ἡ λέξις οὔτε τὰ ὑποκείμενα οὔτε τῶν συμβεβηκότων οὐθὲ ν αἴτιον τοῦ εὖ. πρὸς μέντοι τὸ γράφεσθαι τὸ πόημα ἴσον ἔν τε τῆι ὕληι καὶ τῶι ἐνεργοῦντι αὐτήν. ἑνὸς γὰρ ὁποτερουοῦν ἀρθέντος, οὐκέτι νοητὸν ποίωι τρόπωι πόημα ἔσται. εἰ δὲ μηδὲν τούτων αἴτιον τοῦ εὖ, ἀποδιδοὺς ἐξ αὐτῶν τὴν αἰτίαν τοῦ εὖ, δοκῶν ἀποδιδόναι τὴν αἰτίαν τοῦ εὖ, οὐκ ἀποδίδωσιν. καὶ παρὲξ τούτων ἐξ οὐδενὸς φέρουσι τὴν αἰτίαν. ἀξιωτέον οὖν ἢ μὴ φέρειν ἢ δεικνύειν ὡς ἔστιν ἐξ ἀνάγκης τι τούτων αἴτιον τοῦ εὖ, καὶ ἔτι τὰς προθέσεις ἡμῶν ἀφαιρεῖσθαι ταύτας, δι’ ὧν φαμε ν τοῦτο τὸ ἐνεργο ῦν