Ancient Greek
Column 80
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 80
Not analysed yet
πὸ τῆς παντί, ποον ἢ τοῦ λα λογος. οὐ πα οὐδὲ ποητικὴν ὅλως, εἰ μή, φησι, περὶ τῆς πλοκῆς τῆς κατὰ τὴν διάλεκτον αἱρετῆς τε καὶ φευκτῆς μεθοδικὴν παραγγελίαν ἐκτιθέασιν, ἐπειδήπερ ἐν αὐτῆι μόνῃ τὸ σπουδαῖόν τε καὶ φαῦλον. ἀσθενὲς γάρ, παρατιθέντας ἄλλων ἐπιτυχίας καὶ ἀποτυχίας, συμβουλεύειν τὰς μὲν διώκειν, τὰς δὲ φεύγειν. πῶς δ’ ἂν διώκοι τις ἢ φεύγοι, μηδὲν ὑπογραφόντων; δοκῶ γάρ, οὐδ’ οἱ ποηταὶ ταύτηι διαπίπτουσιν, ἧσι οὐ βούλονται τὸ κάλλιστον αἱρεῖσθαι, ἀλλὰ βουλόμενοι, ἢ οὐ συνιᾶσ ι τὸ καθόλου τούτου, ἢ οὔ