Ancient Greek
Column 86
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 86
Not analysed yet
break="no"/>ρῳ μ ὲν δουρὶ σάκος βάλεν, οὐδὲ διαπρὸ ῥῆξε σάκος. τὸ γὰρ σάκος οὐκ ἐμφαίνειν τὰ συμβαίνοντα. εἰ γὰρ ὅτι ἀτόπως κείμενον, κἂν τὸν λωτὸν δοκεῖν δὶς τεθέντα. ἀλλὰ τὸ μὲν εὐηχὲις εἶναι, τὸ δέ, τοῦ ξεῖ προσενοχλήσαντος τὴν ἀκοήν, προσφέρον τὸ σί γμα δύναμ ιν ὁμοίαν ἔχον, εὐλόγως ἀντικόπτειν, ὡς καὶ ἐπὶ τοῦ ἡ δ’ αἶψ’ ἐ ξελθοῦσα θύρας ἄ ϊ ξε φαε ινάς. παραθεὶς δ’ ἐξ ἰωδι ωτέρους γένους πλείω τῶν πλειόνων κατατιθέμενα, φησὶν εὐθὺς ἢ Ξ ἢ Σ ἢ καλῶς ἔχειν ἢ κακῶς τὸν ἦχον ποιεῖν, καλῶς μὲν τὸ παρὰ Σοφοκλεῖ βαρὺς βαρὺς ξύνοικος, ὦ ξένοι, βαρύς, οὐ διὰ τὴν σύνθεσιν, ὥς τινές φασιν. ἐν δὲ τῶι β α ρ ὺς ξύνοικος, ὦ ξένοι, βαρὺς βαρύς, εἴπερ