Ancient Greek
Column 88
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 88
Not analysed yet
αι, ανη πον ἄτοπόν τι ποιεῖ. χαλκὸν μὲν γὰρ βαρύστομον ἔχειν τὴν πρώτην συλλ αβὴν καὶ ἀπολελυμένην, τὸ δὲ ὅπλον ἔχειν καὶ γλ υκαίνουσαν τὴν πρώτην καὶ βραχεῖαν, ὥσπερ κ ύκλος καὶ ἕτερα πολλὰ τοιαῦτα. διὸ δ’ ἀποτελεῖν ἁπλῆν τὴν ἀκοὴν τὸν συνδυασμὸν ἐν τῆι προφορᾶι τ ῶν συλλαβῶν. γλυκαίνει γὰρ τὰ δυνάμενα ἔχειν τὸ πρὸς αὐτὴν διαστέλλον. ὅταν δ’ ἐπιταθῆι τι ἐπὶ τῆς τελευτῆς ἢ ὄνομα ἢ ῥῆμα ὅτι δήποτε, οὐ δύνασθαι διακρίνασθαι τὴν αἴσθη- σιν, ὥσπερ οὐδὲ ζυγόν δύναται τὴν ἐλαχίστην κατ’ ἄνθρωπον ἐνθεῖναι διαφοράν. εἰ δ’ ἐροῦσι τοιοῦτον λόγον ὅπου ἂν