Ancient Greek
Column 94
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 94
Not analysed yet
κἀν τῶι τείχεος ἔξω ἀμφότεραι αἱ πτώσεις πίπτουσιν εἰς ἄνεσ ιν. ἂν δέ γε μένηι τείχεος ἐκτός ,τὴν μὲν πρώτην πτῶσιν ἀνίεσθαι, τὴν δ’ ἐχομένην τἀναντία· καὶ ἐπὶ θατέρου τὸ μὲν ἁλός ἐπιτετάσθαι, τὸ δὲ ἔξω ἀνίεισθαι. ἂν δὲ ἐξω κ τός τι θῶμεν, ἀμφοτέρων ἐπιτεινομένων ὀχλεῖσθαι τὴν ἀκοήν. τὰ μὲν γὰ ρ ἀνομοίως θεωρεῖται, φησίν, ἕ νεκα τῶν ὑποκειμένων, τὰ δὲ κατὰ τὸν ἦχον ἀνέσει καὶ ἐπιτάσει καὶ προσπνεύσει καὶ ψιλότητι καὶ ἐκτάσει καὶ συστο λ ῆι καὶ προθέσει καὶ πτώσει, ὧ ν πάντων ὀρθῶς εὑρισκομένων ἑλληνισμὸς ἀποτελεῖται, καὶ ἁρμογή τις ἐστὶ τούτων, ὡς ε