Ancient Greek · ~2 min
Column 8
Philodemus, P.Herc. 873 8
Not analysed yet
λει, μέλλοντα, τέως δὲ φάσκοντα μελετᾶν, παρυπομνήσομεν ὅτι μάλιστα μελετήσει καλῶς λαλεῖν, ποτὲ λαλῶν, οὐκ ἀεὶ σιωπῶν. Καὶ διότι πάρεστιν αὐτῶι μεμαμεγμένα λαβεῖν, ἃ περὶ τῆς σιωπῆς καὶ τῆς λαλιᾶς ἐτεχνολογοῦμεν, ἀλλὰ μὴ τὴν ἀμέθοδον καὶ ἀμήρυτον δι' αὑτοῦ μάθησιν ἀναμένειν. Καὶ διότι προσήκει μόνον αὐτοῦ τῆς λαλήσεως πεῖραν λαμβάνειν, σιωπῶν δ' οὐκ αὐτὸς αὐτὴν ἐπιγνοίη. Καὶ διότι πολλὰ γείνεται καλῶς ἃ χρὴ λαλεῖν αὐτὸν· ὑπὲρ ὧν εἰ ἀγνοεῖ ταῦτα, μελετᾶν. Καὶ διότι καθάπερ τι καταπράττων ιπρ